Romans 13

1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ
 οὖσαι = WH Treg NA/NIV: || οὖσαι ἐξουσίαι = RP
οὖσαι
 ὑπὸ = WH Treg NA/NIV: || ὑπὸ τοῦ = RP
ὑπὸ θεοῦ τεταγμέναι εἰσίν.
2ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. 3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος
 τῷ ἀγαθῷ ἔργῳ = WH Treg NA/NIV: || τῶν ἀγαθῶν ἔργων = RP
τῷ ἀγαθῷ ἔργῳ ⸃ ἀλλὰ
 τῷ κακῷ = WH Treg NA/NIV: || τῶν κακῶν = RP
τῷ κακῷ ⸃. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
4θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 5διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, 6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7
 ἀπόδοτε = WH Treg NA/NIV: || ἀπόδοτε οὖν = RP
ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

8Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ
 ἀλλήλους ἀγαπᾶν = WH Treg NA/NIV: || ἀγαπᾶν ἀλλήλους = RP
ἀλλήλους ἀγαπᾶν ⸃· γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
9τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν
 τῷ λόγῳ τούτῳ = WH Treg NA/NIV: || τούτῳ τῷ λόγῳ = RP
τῷ λόγῳ τούτῳ ⸃ ἀνακεφαλαιοῦται,
 ἐν τῷ = WH Treg RP NA: || [omit] = NIV
ἐν τῷ ⸃· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
10 ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἀγάπη.

11Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα
 ἤδη ὑμᾶς = WH NA/NIV: || ἤδη ἡμᾶς = Treg; || ἡμᾶς ἤδη = RP
ἤδη ὑμᾶς ⸃ ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν.
12 νὺξ προέκοψεν, δὲ ἡμέρα ἤγγικεν.
 ἀποβαλώμεθα = Holmes: || ἀποθώμεθα = WH Treg NA/NIV RP
ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους,
 ἐνδυσώμεθα δὲ = WH Treg NA/NIV: || καὶ ἐνδυσώμεθα = RP
ἐνδυσώμεθα δὲ ⸃ τὰ ὅπλα τοῦ φωτός.
13ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.



Copyright information for SBLG